Πρὸς Πολύκαρπον

To Polycarp — Chapter 4

1 Χῆραι μὴ ἀμελείσθωσαν: μετὰ τὸν κύριον σὺ αὐτῶν φροντιστὴς ἔσο. μηδὲν ἄνευ γνώμης σου γινέσθω μηδὲ σὺ ἄνευ θεοῦ τι πρᾶσσε, ὅπερ οὐδὲ πράσσεις: εὐστάθει.
2 πυκνότερον συναγωγαὶ γινέσθωσαν: ἐξ ὀνόματος πάντας ζήτει.
3 δούλους καὶ δούλας μὴ ὑπερηφάνει: ἀλλὰ μηδὲ αὐτοὶ φυσιούσθωσαν, ἀλλ’ εἰς δόξαν θεοῦ πλέον δουλευέτωσαν, ἵνα κρείττονος ἐλευθερίας ἀπὸ θεοῦ τύχωσιν. μὴ ἐράτωσαν ἀπὸ τοῦ κοινοῦ ἐλευθεροῦσθαι, ἵνα μὴ δοῦλοι εὑρεθῶσιν ἐπιθυμίας.